Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.348 Joseph. AJ 17.353 (English) >>Joseph. AJ 18.1

17.351καὶ συνοικοῦσα τῷ Ἀρχελάῳ τοιόνδε ὄναρ θεᾶται· ἐδόκει τὸν Ἀλέξανδρον ἐπιστάντα θεασαμένη χαίρειν καὶ περιβάλλειν προθύμως, τὸν δὲ κατάμεμψίν τε αὐτῆς ποιεῖσθαι καὶ φάναι· 17.352Γλαφύρα, συνηγορεῖς ἄρα λόγῳ, ὃς ἄπιστα ἔλεγεν εἶναι γυναιξίν, εἰ συνομόσασά τέ μοι καὶ συγκατοικισθεῖσα παρθένος παίδων ἡμῖν γεγονότων λήθῃ παραδίδως ἔρωτας τοὺς ἐμοὺς δευτέρων ἐπιθυμίᾳ γάμων. πληθώρα δέ σοι οὐδʼ οὕτως ὕβρεως, ἀλλὰ καὶ τρίτον ἐτόλμησας σαυτῇ παρακατακλῖναι νυμφίον ἀπρεπῶς καὶ ἀναισχύντως ἐπεισιοῦσα οἴκῳ τῷ ἐμῷ, καὶ γάμον συντιθεμένη πρὸς Ἀρχέλαον ἄνδρα μὲν σεαυτῆς ἀδελφὸν δὲ ἡμέτερον. 17.353ἀλλʼ οὐκ ἔγωγε λήθην ποιήσομαι εὐνοίας τῆς σῆς, ἀπαλλάξω δέ σε παντὸς τοῦ ὀνειδιοῦντος ἐμὴν ὥσπερ ἦν κατασκευασάμενος.” ταῦτα διηγησαμένη πρὸς τὰς συνήθεις τῶν γυναικῶν μετʼ ὀλίγας ἡμέρας τελευτᾷ τὸν βίον. 17.354

Ἐγὼ δὲ οὐκ ἀλλότρια νομίσας αὐτὰ τῷδε τῷ λόγῳ εἶναι διὰ τὸ περὶ τῶν βασιλέων αὐτὸν ἐνεστηκέναι καὶ ἄλλως ἐπὶ παραδείγματι φέρειν τοῦ τε ἀμφὶ τὰς ψυχὰς ἀθανασίας ἐμφεροῦς καὶ τοῦ θείου προμηθείᾳ τὰ ἀνθρώπεια περιειληφότος τῇ αὐτοῦ, καλῶς ἔχειν ἐνόμισα εἰπεῖν. ὅτῳ δὲ ἀπιστεῖται τὰ τοιάδε γνώμης ὀνινάμενος τῆς ἑαυτοῦ κώλυμα οὐκ ἂν γένοιτο τῷ ἐπʼ ἀρετὴν αὐτῷ προστιθεμένῳ. 17.355τῆς δʼ Ἀρχελάου χώρας ὑποτελοῦς προσνεμηθείσης τῇ Σύρων πέμπεται Κυρίνιος ὑπὸ Καίσαρος ἀνὴρ ὑπατικὸς ἀποτιμησόμενός τε τὰ ἐν Συρίᾳ καὶ τὸν Ἀρχελάου ἀποδωσόμενος οἶκον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.348 Joseph. AJ 17.353 (English) >>Joseph. AJ 18.1

Powered by PhiloLogic